Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.173.5 | Hdt. 1.174.5 (English) | >>Hdt. 1.176.2 |
1.174.3 (τὰ μὲν γὰρ αὐτῆς πρὸς βορέην ἄνεμον ὁ Κεραμεικὸς κόλπος ἀπέργει , τὰ δὲ πρὸς νότον ἡ κατὰ Σύμην τε καὶ Ῥόδον θάλασσα ), τὸ ὦν δὴ ὀλίγον τοῦτο , ἐὸν ὅσον τε ἐπὶ πέντε στάδια , ὤρυσσον οἱ Κνίδιοι ἐν ὅσῳ Ἅρπαγος τὴν Ἰωνίην κατεστρέφετο , βουλόμενοι νῆσον τὴν χώρην ποιῆσαι . ἐντὸς δὲ πᾶσά σφι ἐγίνετο · τῇ γὰρ ἡ Κνιδίη χώρη ἐς τὴν ἤπειρον τελευτᾷ , ταύτῃ ὁ ἰσθμός ἐστι τὸν ὤρυσσον .
1.174.4 καὶ δὴ πολλῇ χειρὶ ἐργαζομένων τῶν Κνιδίων , μᾶλλον γάρ τι καὶ θειότερον ἐφαίνοντο τιτρώσκεσθαι οἱ ἐργαζόμενοι τοῦ οἰκότος τά τε ἄλλα τοῦ σώματος καὶ μάλιστα τὰ περὶ τοὺς ὀφθαλμοὺς θραυομένης τῆς πέτρης , ἔπεμπον ἐς Δελφοὺς θεοπρόπους ἐπειρησομένους τὸ ἀντίξοον .
1.174.5 ἡ δὲ Πυθίη σφι , ὡς αὐτοὶ Κνίδιοι λέγουσι , χρᾷ ἐν τριμέτρῳ τόνῳ τάδε . Κνίδιοι μὲν ταῦτα τῆς Πυθίης χρησάσης τοῦ τε ὀρύγματος ἐπαύσαντο καὶ Ἁρπάγῳ ἐπιόντι σὺν τῷ στρατῷ ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν .
1.174.6Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδʼ ὀρύσσετε ·
Ζεὺς γάρ κʼ ἔθηκε νῆσον ,εἴ κʼ ἐβούλετο .
ch. 175
1.175.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.173.5 | Hdt. 1.174.5 (English) | >>Hdt. 1.176.2 |